Daemonia Nymphe - Thracian Gaia Lyrics

Lyrics Thracian Gaia - Daemonia Nymphe



Γαῖα θεά, μῆτερ μακάρων, θνητῶν τ′ ἀνθρώπων,
πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ·
ἀϊδίη, πολύσεπτε, βαθύστερν', ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον·
ὀμβροχαρής, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα θεὰ, καρποὺς αὔξοις πολυγηθεῖς,
εὐμενὲς ἦτορ ἔχουσα, σὺν ὀλβίοισιν ἐν ὥραις



Writer(s): Evi Stergiou, Spyros Giasafakis


Daemonia Nymphe - Psychostasia
Album Psychostasia
date of release
05-05-2013




Attention! Feel free to leave feedback.